domingo, 1 de enero de 2012

Οι χαιρετισμοί της Θεοτόκου
(Ὁ Ἀκάθιστος Ὕμνος, ca s. VI), Ψ


Ψάλλοντές σου τὸν τόκον εὐφημοῦμεν σε πάντες
ὡς ἔμψυχον ναόν͵ θεοτόκε·
ἐν τῇ σῇ γὰρ οἰκήσας γαστρὶ ὁ κατέχων πάντα τῇ χειρὶ
κύριος ἡγίασεν͵ ἐδόξασεν͵ ἐδίδαξε βοᾶν σοι πάντας·


Χαῖρε͵ σκηνὴ τοῦ θεοῦ καὶ Λόγου·
χαῖρε͵ ἁγία ἁγίων μείζων·
χαῖρε͵ κιβωτὲ χρυσωθεῖσα τῷ πνεύματι·
χαῖρε͵ θησαυρὲ τῆς ζωῆς ἀδαπάνητε·
χαῖρε͵ τίμιον διάδημα βασιλέων εὐσεβῶν·
χαῖρε͵ καύχημα σεβάσμιον ἱερέων εὐλαβῶν·
χαῖρε͵ τῆς ἐκκλησίας ὁ ἀσάλευτος πύργος·
χαῖρε͵ τῆς βασιλείας τὸ ἀπόρθητον τεῖχος·
χαῖρε͵ δι΄ ἧς ἐγείρονται τρόπαια·
χαῖρε͵ δι΄ ἧς ἐχθροὶ καταπίπτουσι·
χαῖρε͵ φωτὸς τοῦ ἐμοῦ θεραπεία·
χαῖρε ψυχῆς τῆς ἐμῆς προστασία·
Χαῖρε͵ νύμφη ἀνύμφευτε·
Χαῖρε͵ νύμφη ἀνύμφευτε.

Ακάθιστος Ύμνος, Ψ (ca s. VI)
[Traducción]